Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες
ΤΗ Β΄ ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ
Η ΣΥΝΑΞΙΣ ΤΗΣ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΙΕΡΑΣ ΕΙΚΟΝΟΣ
ΤΗΣ ΘΕΟΜΗΤΟΡΟΣ
ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ ΓΕΡΟΝΤΙΣΣΗΣ
Ἀπολυτίκιον.Ἦχος δ΄ . Ταχὺ προκατάλαβε.
ς Μήτηρ φιλεύσπλαχνος, Χριστοῦ τοῦ πάντων Θεοῦ, Γερόντισσα πέφηνας, ἐν συμπαθείᾳ πολλῇ, ἡμῶν Ἀειπάρθενε. Ὅθεν ὑπὸ τὴν σκέπην, τῆς θερμῆς σου πρεσβείας, σπεύδοντες καθ’ ἑκάστην, εὐλαβῶς Σοι βοῶμεν· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
ς Γεροντίσσῃ ἡμῶν Σοὶ προσπίπτομεν, καὶ ἰσχυρᾷ προστασίᾳ Πανάμωμε. Ἀλλ’ ὦ τοῦ Θεοῦ Μῆτερ Ἄχραντε, μὴ διαλίπῃς ἀεὶ προστατεύουσα, ἡμῶν ἐν κινδύνοις καὶ θλίψεσιν.
Μεγαλυνάριον.
άριν ἀναβλύζει ἡ Σὴ Εἰκὼν, καὶ παραμυθίας, Θεοτόκε τὸν γλυκασμόν, τοῖς ἐν τῇ πικρίᾳ, παθῶν συνεχομένοις, Γερόντισσα καὶ πόθῳ Σὲ μεγαλύνουσιν.
ΕΥΧΗ ΛΕΓΟΜΕΝΗ ΕΝΩΠΙΟΝ ΤΗΣ ΣΕΠΤΗΣ ΕΙΚΟΝΟΣ ΤΗΣ ΓΕΡΟΝΤΙΣΣΗΣ
Δέσποινα τοῦ κόσμου, Μήτηρ τῆς ζωῆς, Ὑπεραγία Θεοτόκε, Σεμνὴ Γερόντισσα, Σοὶ προσπίπτομεν ἐνώπιόν της Σεβασμίας Εἰκόνος Σου κατὰ χρέος οἱ πιστοὶ καὶ ἐν εὐγνωμοσύνη βοῶμεν Σοί, ὅτι τῇ Σῇ πρεσβεία καὶ μεσιτεία πρὸς τὸν Σὸν Υἱὸν ἐχαρίσω τοῖς ἱκέταις Σου τὴν χάριν καὶ τὴν βοήθειάν Σου καὶ ἐξαπέστειλας τὰ θαυμάσια Σου.
Τὰ μεγαλεία Σου, Παρθένε, τὶς διηγήσεται ; Βρύεις γὰρ θαύματα καὶ πηγάζεις ἰάματα πᾶσι τοῖς ἐπικαλουμένοις Σὲ καὶ οὐδείς προστρέχων ἐπὶ Σοί, κατησχυμένος ἀπό Σου ἐκπορεύεται, ἀλλ’ αἱτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Ἐπὶ Σὲ οὖν τὰς ἐλπίδας θέμενοι, πρὸς Σὲ καταφεύγομεν, Παναγία Παρθένε, Σὺ γὰρ ὑπάρχεις μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγῆ τῶν ἀσθενούντων, ἐλπὶς καὶ προστασία, ὁδηγὸς, βακτηρία, παρηγορία και Γερόντισσα τῶν πιστῶν καὶ οὐδεις προστρέχων ἐπὶ Σοί κατησχυμένος ἀπό Σου ἐκπορεύεται, οἴδαμεν γὰρ ὅτι πολὺ ἰσχύει δέησις Μητρὸς πρὸς εὐμένειαν Δεσπότου.
Ἐπίβλεψον ἐν εὐμένεια. Πανάμωμε Δέσποινα, καὶ μὴ παρίδης τὰς ἱκεσίας ἡμων, ἀλλα πρόσδεξαι τὰς εὐχαριστίας τῶν Σῶν τέκνων καὶ τὸν Σὸν Υἱὸν καὶ ἠμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρική Σου παρρησία χρωμένη, δυσώπησον, ἴνα ταῖς Σαῖς πρεσβείαις ἀνοίξη ἡμῖν τὰ φιλάνθρωπα σπλάγχνα τῆς Αὐτοῦ ἀγαθότητος καὶ μὴ ἐγκαταλίπη ἡμᾶς πάσας τὰς ἡμέρας της ζωῆς ἡμῶν, χαρίσηται δὲ ἡμῖν καὶ τὴν ἐπουράνιον Αὐτοῦ βασιλείαν. Ἀμήν.
|