«Μην πτοείσαι από το τι λένε οι άνθρωποι για σένα. Συλλογίσου τι ο Θεός λέγει για σένα, τι οι Άγγελοι και οι Άγιοι λένε για σένα» Άγιος Ιωάννης της Κροστάνδης



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα

 

ΠΡΟΣΕΥΧΕΣ  ΠΡΩΙΝΕΣ

 

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν. 

Δόξα σοι ὁ Θεός, δόξα σοι.

 

Β

ασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρὸς τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορτηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τάς ψυχὰς ἡμῶν. Ἀμήν.

 

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')

 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

 

 

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,Δεσπότα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

 

Π

άτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεῖά σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥυσαὶ ἡμὰς ἀπὸ τοῦ πονηροῦ.

 

μήν. Κύριε ἐλέησον (δώδεκα φορές).

 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῶ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῶ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῶ ἡμῶν.

 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

 

Ο ΠΕΝΤΗΚΟΣΤΟΣ (50΄)ΨΑΛΜΟΣ

λέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μὲ ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντὸς.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθὴς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι σὲ.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησεν μὲ ἡ μήτηρ μου.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

Ραντιεὶς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι∙ πλυνεῖς μὲ καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεὶς μὲ ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα.

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιον σοῦ μὴ ἀντανέλης ἀπ' ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σοῦ καὶ πνεύματι ἡγεμονικῷ στήριξον μὲ.

Διδάξω ἀνόμους τάς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

Ρυσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὃτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει.

Ἀγάθυνον κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλημ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα∙ τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

 

ΤΟ ΣΥΜΒΟΛΟ ΤΗΣ ΠΙΣΤΕΩΣ

 

Π

ιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

Καὶ εἰς ἔναν Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων.

Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὐ τὰ πάντα ἐγένετο.

Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.

Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τάς Γραφάς.

Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξῃς κρίναι ζῶντας καὶ νεκρούς, Οὐ τῆς βασιλείας οὐκ ἔσται τέλος.

Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σῦν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν.

Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.

Ὁμολογῶ ἐν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.

Προσδοκῶ ἀνάστασιν νεκρών.

Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

 

ΕΥΧΗ

(Εκ της Ακολουθίας του Μεσονυκτικού)

Σ

ὲ εὐλογοῦμεν ὕψιστε, Θεέ, καὶ Κύριε τοῦ ἐλέους, τὸν ποιοῦντα ἀεὶ μεθ' ἡμῶν μεγάλα τε καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὔκ ἐστιν ἀριθμός, τὸν παρασχόντα ἡμῖν τὸν ὕπνον εἰς ἀνάπαυσιν τῆς ἀσθενείας ἡμῶν, καὶ ἄνεσιν τῶν κόπων τῆς πολυμόχθου σαρκός, Εὐχαριστοῦμεν σοί, ὅτι οὐ συναπώλεσας ἡμὰς ταῖς ἀνομίαις ἡμῶν, ἀλλ' ἐφιλανθρωπεύσω συνήθως, καὶ πρὸς ἀπόγνωσιν κειμένους ἡμὰς ἤγειρας, εἰς τὸ δοξολογήσαι τὸ κράτος, σοῦ, Διὸ δυσωποῦμεν τὴν ἀνείκαστον σοῦ ἀγαθότητα, νοῦν ἡμῶν φώτισον ἡμῶν τοὺς τῆς διανοίας ὀφθαλμούς, καὶ τὸν ἐκ τοῦ βαρέος ὕπνου τῆς ῥᾳθυμίας ἀνάστησον, Ἄνοιξον ἡμῶν, τὸ στόμα, καὶ πλήρωσον αὐτὸ τῆς σῆς αἰνέσεως, ὅπως ἂν δυνηθῶμεν ἀπερισπάστως ᾄδειν τε καὶ ψάλλειν, καὶ ἐξομολογεῖσθαι σοὶ τῷ ἐν πᾶσι καὶ ὑπὸ πάντων δοξαζομένω Θεῶ,, τῷ ἀνάρχῳ Πατρί, σὺν τῷ μονογενεῖ σοῦ Υἱῷ, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

 

ΘΕΟΤΟΚΙΟΝ

 

ξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν Σὲ τὴν Θεοτόκον τὴν Ἀειμακάριστον καὶ Παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

Η ΔΟΞΟΛΟΓΙΑ

Σ

οὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα ἐν ὑψίστοις Θεῶ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία.

Ὑμνοῦμεν σέ, εὐλογοῦμεν σέ, προσκυνοῦμεν σέ, δοξολογοῦμεν σέ, εὐχαριστοῦμεν σοί, διὰ τὴν μεγάλην σοῦ δόξαν.

Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἰρῶν τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἰρῶν τάς ἁμαρτίας τοῦ κόσμου.

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

Ὅτι σὺ εἲ μόνος Ἅγιος, σῦ εἲ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σέ, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησον μέ, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτον σοί.

Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξον μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἲ ὁ Θεός μου.

Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσι σέ.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμάς.

Εὐλογητὸς εἴ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμάς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἴ, Κύριε, δίδαξον μὲ τὰ δικαιώματά σου.

Εὐλογητὸς εἴ, Δεσπότα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἴ, Ἅγιε, φώτισον μὲ τοῖς δικαιώμασί σου.

Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.

Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμάς. Ἀμήν.





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA