Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες...
Ὁ νέος Νικόλαος ἡμᾶς, εἰς καινὴν πανήγυριν, καὶ
ἑορτὴν συνεκάλεσεν· ᾠδαῖς καὶ ᾄσμασι, τὰ λαμπρὰ
ὑμνῆσαι, ἐν Βουνένοις τρόπαια, φρονήματι γενναίῳ γὰρ
ἤθλησε, καὶ οὕτως ἔλαβε, τὰ τῆς νίκης βραβευτήρια,
μεγαλύνας τοῦ Χριστοῦ τὸ Ὄνομα.
Ἀσκήσεως κόποις ἱεροῖς, μετὰ ζήλου κρείττονος, ἐν
τοῖς Βουνένοις Νικόλαε· καλῶς ἠρίστευσας,
Μαρτυρίου εἶτα, τὴν ὁδὸν ἐβάδισας, τὰ ἄλγη ὑπομείνας
τοῦ σώματος, ὡς ἄλλου πάσχοντος, Παραδείσου εἰς τὴν
ἄπονον, εὐφροσύνην, καὶ χαρὰν οὖν ἔφθασας.
Ὡς πλοῦτος ἐνθέων δωρεῶν, τὰ σεπτά σου Λείψανα,
Ὁσιομάρτυς Νικόλαε· ἐν Θήβαις ἔφθασαν, ἐκ
Μονῆς Βαγίων, εἰς Ναόν σου ἅγιον, τὰ πλήθη τῶν
πιστῶν ἀγιάζοντα, τῇ θείᾳ χάριτι, καὶ κατ’ ἄμφω τὰ
ἰάματα, τοῖς νοσοῦσιν εὐχερῶς προχέοντα.
Ἦ χος α´. Τὸν τά φον σου Σω τήρ.
Ἀγάλλου ἐν χαρᾷ, ἡ Χριστοῦ Ἐκκλησία, τῇ μνήμῃ τῇ
σεπτῇ, Νικολάου τοῦ νέου, τοῦ σοῦ Ὁσιομάρτυρος,
ἐν Βουνένοις ἀθλήσαντος. Χαῖρε πόλις τε, ἡ τῶν Θηβῶν
μετὰ δόξης, τοῦτον ἔχουσα, ὡς κραταιόν σου προστάτην,
καὶ φύλακα ἄγρυπνον.
Δόξα. Καὶ νῦν. Θε ο το κί ον. Ὅ μοι ον.
Η῾ κλῖμαξ Ἰακώβ, ἣν τεθέαται πάλαι, συνάπτουσα
τὴν γῆν, οὐρανοῖς σὺ ὑπάρχεις, Παρθένε πανακή -
ρατε, Μαριὰμ ὅ τι ἔτεκες· τὸν ποιήσαντα, τοὺς οὐρανοὺς
ἐν συνέσει, καὶ ἑνώσαντα, τὰ διεστῶτα τὸ πρώην, σαρ -
κὸς τῷ προσλήματι.
Κοντάκιον. Ἦχος δ´.
Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ...
Ἐ ν τοῖς Βουνένοις ἀνδρικῶς ἀγωνισάμενος τὰς
ἀλγηδόνας τῇ σαρκί σου καθυπέμεινας, ὡς ἀδάμας
τοῦ Κυρίου, ὁσιομάρτυς. Δι’ αἱμάτων σου τὴν πίστιν οὖν
ὑπέγραψας, ἐκ Λειψάνων σου ὡσαύτως χάρις δίδοται,
τοῖς βοῶσι σοί· χαίροις νέε Νικόλαε.
Ὁ Οἶκος
ᾌσωμεν Νικολάου ἐν Βουνένοις τοῦ νέου, Χριστοῦ
Ὁσιομάρτυρος πάντες, τοὺς ἄθλους, καὶ τὰ
ἄφθαρτα γέρα. Καὶ ὡσαύτως τοῦτο τὴν καλὴν σπουδὴν
θαυμάζοντες, βοήσωμεν ἐν πεποιθήσει ταῦτα·
Χαίροις Κυρίου ὁσιομάρτυς·
χ αίροις ὁ ἔνδοξος στρατηλάτης.
Χαίροις ὁ ἐκ τῆς Ἑώας ὡς ἀστὴρ ἀναφανεῖς·
χαίροις ὁ ἐν τοῖς Βουνένοις πύργος ἄσειστος δειχθείς.
Χαίροις ὁ ἐν καρτερίᾳ τὰς βασάνους ὑπομείνας·
χαίροις ὡς στεῤῥὸς ἀδάμας ἐν τῇ πίστει διαμείνας.
Χαίροις ὁ τῆς θείας νίκης στέφος ἄφθαρτον λαβών·
χαίροις ὁ θαυμάτων χάριν καθ’ ἑκάστην ἀπαντλῶν.
Χαίροις ἀσθενῶν ὁ ρύστης, τῶν ἐν λύπαις παραστάτης·
χαίροις πόλεως Θηβῶν τε ὁ ἀκοίμητος προστάτης.
Χαίροις ἡ τῆς ἀληθείας ἀνεξίτηλος σφραγίς·
χαίροις ἡ τῆς εὐσεβείας πολυθαύμαστος κρηπίς.
Χαίροις νέε Νικόλαε.
Συναξάριον
Τ ῇ αὐτῇ ἡμέρᾳ, (δεκάτῃ Δεκεμβρίου), ἑορτὴν ποι -
ούμεθα, τιμῶντες τὴν μετάθεσιν μέρους τῶν ἱερῶν
Λειψάνων, τοῦ Ἁγίου νέου Ὁσιομάρτυρος Νικολάου τοῦ
ἐν Βουνένοις, ἐκ τῆς Ἱερᾶς Μονῆς Ἁγίου Ἰωάννου τοῦ
Θεολόγου Βαγίων (Μαζαράκι) Θηβῶν, εἰς τὸν ἐν Θήβαις
Ναὸν τοῦ Ἁγίου Ὁσιομάρτυρος Νικολάου.
Στίχοι:
Νικολάου Λείψανα τοῦ νέου ἐν Βουνένοις ὥσπερ
πλοῦτον κέκτηνται αἱ Θῆβαι ζωηφόρον.
Δεκάτῃ ἑορτάσωμεν Νικόλαον τὸν νέον, καὶ τούτου
ἀσπασώμεθα τὰ πάντιμα ὀστέα.
Τ αῖς αὐτοῦ ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ
σῶσον ἡμᾶς - ΑΜΗΝ
Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος...
Χαίροις ἱερὲ Νικόλαε! ὁσιομάρτυς Χριστοῦ, ἀρετῶν
τὸ ὑπόδειγμα, κανὼν ἀκριβέστατος, τῆς τελείας
ἀσκήσεως· τῆς ἐγκρατείας λύχνος πολύφωτος· τῆς
καρτερίας στύλος, ἀκλόνητος. Χαίροις πολύαθλε, ἐν
Βουνένοις ἄριστα! διαδραμών, δρόμον τὸν εὐθύτατον,
τῆς θείας πίστεως.
Σ έβω τοὺς στεῤῥοὺς ἀγῶνας σου! οὓς δι' ἀγάπην
Χριστοῦ, λογισμῷ καρτερόφρονι, γενναῖε Νικόλαε,
ἐν Βουνένοις ἐτέλεσας· ὡς γὰρ ἀδάμας, ἔστης
ἀκλόνητος· ἐν ταῖς ὀδύναις τοῦ Μαρτυρίου σου. Ἔχων
ὡς ὅπλον σου, τὸν Σταυρὸν τὸν τίμιον! συντριπτικῶς
ἤσχυνας τὴν ἔπαρσιν, τῶν διωκόντων σε.
Ἦρας τὸν ζυγὸν ἐπ' ὤμων σου! καὶ ἠκολούθεις
Χριστῷ, ἐν Βουνένοις Νικόλαε, δοξάσας τοῖς
ἄθλοις σου, τοῦ Κυρίου τὸ Ὄνομα· ταῖς γὰρ ὀδύναις τῶν
μαστιγώσεων· ἔστης ἀνδρεῖος ἄλλου ὡς πάσχοντος.
Λόγχαις ἐτρώθης τε, καὶ τῷ ξίφει ἔτεμον! σὴν κεφαλήν,
αἵμασιν ὠνούμενος, ζωὴν αἰώνιον.
Πόλις τῶν Θηβῶν ἀγάλλεται! τῷ ἱερῷ σου Ναῷ, ἐν
Βουνένοις Νικόλαε, καλοῦσα εἰς αἴνεσιν,
οἰκουμένης τὰ πέρατα· καὶ γὰρ ὡς πλοῦτον ἄρτι
Λειψάνων σου· ἔχει τὴν θήκην τὴν χαριτόβρυτον·
Ταύτην προσέφερεν, τῶν Βαγίων ἥκιστα! θεία Μονή,
Θεολόγου στέργουσα, τὴν σὴν ἀντίληψιν.
Δόξα. Ἦχος πλ. δ΄.
Ποίοις ᾄσμασιν ἐγκωμιάσω, τὴν πολλὴν σου δόξαν καὶ
τιμήν, ἔνδοξε Ὁσιομάρτυς Νικόλαε! Ἐν τῷ ὄρει τῆς
Βουνένης ἀναβήσομαι, ἵνα ἴδω καὶ θαυμάσω, τῶν
ἀσκητικῶν σου ἀγώνων τὰ τρόπαια, καὶ ἰχνηλατήσω ἅμα,
τῶν Μαρτυρικῶν σου πόνων τὰ θαυμαστὰ κατορθώματα.
Ἐν εὐλαβείᾳ ἅμα συνεχόμενος, τὸν τόπον προσκυνῶ,
ἔνθα τὸ σῶμα σου, τὸ διὰ τὴν πίστιν τοῦ Χριστοῦ
βασανισθὲν ταῖς λόγχαις, καὶ τῇ μαχαίρᾳ τελειωθέν,
ἄταφον ἀπέκειτο. Καὶ τὴν εὐωδίαν τὴν ἄῤῥητον, ἐκ
τούτου ἀναδιδωμένην ἱερῶς, εἰς αἴσθησιν λαμβάνων
ἐκβοῶν, ὁ ἐν Ἁγίοις θαυμαστός, Κύριε δόξα σοι.
Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Βηθλεὲμ ἑτοιμάζου, εὐτρεπιζέσθω ἡ φάτνη, τὸ
σπήλαιον δεχέσθω· ἡ ἀλήθεια ἦλθεν, ἡ σκιὰ
παρέδραμε, καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου
πεφανέρωται, μορφωθεὶς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ
πρόσλημμα· διὸ Ἀδὰμ ἀνανεοῦται, σὺν τῇ Εὔᾳ κράζοντες·
ἐπὶ γῆς εὐδοκίᾳ ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.
Ποίημα Γεροντίσσης Ισιδώρας Καθηγουμένης Ι.Μ Αγίου Ιεροθέου Μεγάρων
|