«Ο ταπεινός Ιησούς, το θείον βρέφος της Βηθλεέμ μας προσφέρεται και πάλι. Ας παραμερίσουμε τον εγωϊσμό μας, να Τον δεχθούμε ως Αδελφό μας, ως Φίλο μας, ως Νυμφίο μας, ως Ελευθερωτή μας ως Σωτήρα μας» .



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

ΚΑΝΩΝ   ΑΝΑΣΤΑΣΙΜΟΣ

 

ΕΙΣ  ΤΟΝ ΕΝΔΟΞΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ

 

ΝΙΚΟΛΑΟΝ ΤΟΝ ΝΕΟΝ

 

ΤΟΝ ΕΝ ΒΟΥΝΕΝΟΙΣ

Ποίημα

 

Δρος Χαραλάμπους Μ. Μπούσια

Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας

 

οὗ ἡ ἀκροστιχίς·

 

" Νικολάου, ἐν Βουνένοις, λαμπρὸς αἶνος. Χ. "

 

ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.

 

Ὁ Εἰρμός.

ναστάσεως ἡμέρα

λαμπρυνθῶμεν λαοί·

Πάσχα, Κυρίου Πάσχα.

Ἐκ γὰρ θανάτου πρὸς ζωὴν

καὶ ἐκ γῆς πρὸς οὐρανὸν

Χριστὸς ὁ Θεὸς ἡμᾶς διεβίβασεν

ἐπινίκιον ᾄδοντας.

 

Ὁ Κανὼν τοῦ Ὁσιομάρτυρος.

 

Νικολάου ἐν Βουνένοις

τοῖς Ἀγγέλων χοροῖς

τοῦ συναριθμηθέντος

διὰ συντόνου προσευχῆς,

ἀγωγῇ ἀσκητικῇ

καὶ ἄθλοις λαμπροῖς ἐκθύμως καταστέψωμεν

τῶν ὕμνων τοῖς ἄνθεσι.

 

Ἰσχυρὸν ἐν τοῖς ἀγῶσι

κατ' Ἀράβων στυγνῶν

Πνεύματος Θείου χάρις

ἀνέδειξέ σε, θαυμαστέ,

ὁσιόαθλε στεῤῥέ,

Νικόλαε, ἐξ Ἑῴας δοὺξ ὁρμώμενε

Λαρίσης πανεύφημε.

 

Καθαρώτατον δοχεῖον

δωρημάτων Θεοῦ,

σκεῦος ἡγιασμένον

ἀνδρείας, Μάρτυς, καὶ εὐχῆς,

μονοτρόπων τοῖς χοροῖς

καὶ δήμοις τῶν ἀθλοφόρων εὐηρέστησας

σοῖς πόνοις, Νικόλαε.

 

Θεοτοκίον.

 

Ὀμβροτόκος ὡς νεφέλη

ἐπομβρίζεις ἡμῖν

δρόσον σῆς εὐσπλαγχνίας

καὶ προστασίας ὑετὸν

νυχθημέρου σου, ἁγνή,

τοῖς πόθῳ σῇ ἀντιλήψει καταφεύγουσιν

ἐν βίου τοῖς κλύδωσι.

 

ᾨδὴ γ΄. Ὁ Εἰρμός.

Δεῦτε πόμα πίωμεν καινόν,

οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον,

ἀλλ’ ἀφθαρσίας πηγὴν

ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ,

ἐν ᾧ στερεούμεθα.

 

Ὁ Κανὼν τοῦ Ὁσιομάρτυρος.

 

Λάρισα σεμνύνεται τῇ σῇ

εὐτολμίᾳ καὶ πίστει στεῤῥᾷ, Νικόλαε,

ἐκ τοῦ Τυρνάβου λαθὼν

μανίας Ἀράβων ὁ φυγών,

κρηπὶς γενναιότητος.

 

Ἄστρον εὐτονίας ἀληθοῦς

ταπεινώσεως βίον σου ἀμαρύγμασι

στρατοῦ ὡς διοικητὴς

Λαρίσης, Νικόλαε, Χριστοῦ

τὸ κράτος ἠγλάϊσας.

 

Ὄλβε τῶν Βουνένων τιμαλφές,

Θεανθρώπου τὸ πάθος σαφῶς μιμούμενος

λόγχῃ ἐτρώθης πλευρὰν

ἰδίᾳ σου στίφους ὑπ' ἐχθρῶν

ἀπίστων, Νικόλαε.

 

Θεοτοκίον.

 

 

μνοις καθ' ἑκάστην καὶ ᾠδαῖς

μεγαλύνομεν πλῆθος τῶν θαυμασίων σου,

οἱ ἐν δεινοῖς πειρασμοῖς

καὶ θλίψεσι, Μῆτερ τοῦ Θεοῦ,

σῇ χάριτι σπεύδοντες.

 

ᾨδὴ δ΄. Ὁ Εἱρμός.

 

πὶ τῆς θείας φυλακῆς

ὁ θεηγόρος Ἀββακοὺμ

στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω

φαεσφόρον ἄγγελον

διαπρυσίως λέγοντα·

σήμερον σωτηρία τῷ κόσμῳ,

ὅτι ἀνέστη Χριστὸς

ὡς παντοδύναμος.

 

Ὁ Κανὼν τοῦ Ὁσιομάρτυρος.

 

ν τοῦ Τυρνάβου τοῖς δρυμοῖς

εὑρὼν χορείαν ἀσκητῶν

ηὔχου μετ' αὐτῶν σὺν τῷ δήμῳ

ὁπλιτῶν σου δώδεκα,

τῶν ἐν αὐτοῖς, Νικόλαε,

σκάμματα μαρτυρίου γενναίως

διανυσάντων, Χριστοῦ

πίστεως σέμνωμα.

 

Νίκας κομίζων κατ' ἐχθρῶν

καὶ ὁρατῶν καὶ νοητῶν

γῆς καὶ οὐρανῶν τῷ Κυρίῳ,

παρ'Αὐτοῦ ἀπείληφας

στέφος διπλοῦν, Νικόλαε,

ἄλκιμε καλλιμάρτυς, ἀφθίτου

τῆς ἐν σκηναῖς οὐρανῶν

ἀγαλλιάσεως.

 

Βουνένων κλέϊσμα σεπτόν,

παρ' ἀσκητῶν τῶν ἐν αὐτοῖς

τρόπους ἀγωγῆς ἰσαγγέλου

ἐδιδάχθης, ἔνδοξε

καὶ ἐν δρυμοῖς παννύχοις σου

στάσεσιν εὐηρέστησας Κτίστῃ

καὶ Λυτρωτῇ καὶ Θεῷ,

Νέε Νικόλαε.

 

Θεοτοκίον.

 

Οὐρανοδρόμον τοῖς πιστοῖς

δεῖξον πορείαν, ἀγαθή,

Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου,

Παναγία Δέσποινα,

ὡς ἀπλανὴς ἰθύντειρα

πάντων πρὸς σωτηρίας λειμῶνας

τοὺς μελιχραῖς ἐν ᾠδαῖς

σὲ μεγαλύνοντας.

 

ᾨδὴ ε΄. Ὁ Εἱρμός.

 

ρθρίσωμεν ὄρθρου βαθέος

καὶ ἀντὶ μύρων τὸν ὕμνον

προσοίσωμεν τῷ Δεσπότῃ·

καὶ Χριστὸν ὀψόμεθα

δικαιοσύνης ἥλιον,

πᾶσι ζωὴν ἀνατέλλοντα.

 

Ὁ Κανὼν τοῦ Ὁσιομάρτυρος.

 

Νεκρώσας ὀρέξεις σαρκίου

κακοπαθείας σου τρόποις

ἐν ἄλσεσι τῶν Βουνένων

ἀληθῶς ἐζώωσας

πνεῦμά σου, Νικόλαε,

Ὁσιομάρτυς θεσπέσιε.

 

Εὑρόντα Ἀράβων σε στίφη

ἐν τοῖς Βουνένοις ἀζύγων,

Νικόλαε, συστοιχίαις

συναγωνιζόμενον

τὴν πλευρά σου ἔτρωσαν

αὐτῶν μαχαίραις, νεόαθλε.

 

Νοσούντων, Νικόλαε Νέε,

θεραπευτὴς ἀνεδείχθης

σπευδόντων τῇ χάριτί σου

καὶ ἀλγούντων τάχιστος

ἰατρός, πανεύφημε,

τοῦ Παρακλήτου κειμήλιον.

 

Θεοτοκίον.

 

 

Οἱ δῆμοι πιστῶν καθ' ἑκάστην

σὲ μεγαλύνομεν, Μῆτερ,

πανύμνητε Θεοτόκε,

ὡς ἀπαύστως σκέπουσαν

καὶ φρουροῦσαν δούλους σου

ἐν ζοφεραῖς περιστάσεσι.

 

ᾨδὴ στ΄. Ὁ Εἱρμός.

 

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς

καὶ συνέτριψας μοχλοὺς αἰωνίους

κατόχους πεπεδημένων, Χριστέ·

καὶ τριήμερος,

ὡς ἐκ κήτους Ἰωνᾶς

ἐξανέστης τοῦ τάφου.

 

Ὁ Κανὼν τοῦ Ὁσιομάρτυρος.

 

θύντωρ τῶν σῶν εὐσθενῶν ὁπλιτῶν

πρὸς ἀγῶνας μαρτυρίου ἀρίστους,

Νικόλαε, ἀνεδείχθης, σεμνέ,

ὁ τοῖς ἄθλοις συ

καταισχύνας εὐθαρσῶς

τῶν Ἀράβων τὰ στίφη.

 

Σκυλεύσας τῇ σῇ ἀρετῇ πτερνιστὴν

τὸν ἀρχαῖον τῶν βροτῶν, καλλιμάρτυς

Νικόλαε, ἀσκητῶν εὐλαβῶς

ἰσοστάσιος

ἀσκουμένων ταπεινῶς

ἐν Βουνένοις ἐπώφθης.

 

Λαβόντες σὲ τῆς προσευχῆς ἐραστὴν

ἔδησάν σε ἐν δρυῒ καὶ τῷ ξίφει,

Νικόλαε Στρατηλάτα, τῷ σῷ

οἱ παμμίαροι

ἔτρωσάν σε ὡς Χριστὸν

ἐν Σταυρῷ Ἰουδαῖοι.

 

Θεοτοκίον.

 

μέμπτως καὶ ταπεινῶς ἐπὶ γῆς

πολιτεύεσθαι ἡμᾶς, Θεοτόκε,

ἁπάντων Χριστιανῶν χαρμονή,

καταξίωσον

 

σκέπῃ σῇ πανσθενεῖ

τοὺς προσφεύγοντας πόθῳ.

 

ᾨδὴ ζ΄. Ὁ Εἱρμός.

 

παῖδας ἐκ καμίνου ῥυσάμενος

γενόμενος ἄνθρωπος

πάσχει ὡς θνητὸς

καὶ διὰ πάθους τὸ θνητὸν

ἀφθαρσίας ἐνδύει εὐπρέπειαν,

ὁ μόνος εὐλογητὸς τῶν πατέρων

Θεὸς καὶ ὑπερένδοξος.

 

Ὁ Κανὼν τοῦ Ὁσιομάρτυρος.

 

Μαρτύρων κοσμιότης, Νικόλαε,

εὑρὼν Δοὺξ τὸ σκῆνος σου

Εὐφημιανὸς

Θεσσαλονίκης αὐθωρὶ

ἀσθενὴς ὢν ἰάθη καὶ ἔθαψεν

αὐτὸ ἐν εὐλαβείᾳ δοξάζων

Θεὸν τὸν ὑπερένδοξον.

 

Προσφύγων τῆς σῆς χάριτος ἴαμα,

ὡς λέπραν ἐκάθηρας

Εὐφημιανοῦ

χαμαιζηλίας μου παθῶν

ῥύπον κάθαρον, Μάρτυς Νικόλαε,

ἐν ἄκρᾳ κατανύξει αἰνοῦντος

Θεὸν τὸν ὑπερένδοξον.

 

ανίσι τῶν τιμίων αἱμάτων σου

Βουνένων ἡγίασας

τὰς ἀσκητικὰς

τῶν μονοτρόπων καλιάς,

Νέε Μάρτυς Ὑψίστου, Νικόλαε,

ὁ πόνοις ἀθλητικοῖς σου δοξάσας

Θεὸν τὸν ὑπερένδοξον.

 

Θεοτοκίον.

 

Οἱ δῆμοι τῶν φιλεόρτων, Μητρόθεε,

ἀεὶ μεγαλύνοντες

σὲ πανευλαβῶς

καὶ ἑορτάζοντες λαμπρῶς

Νικολάου τὴν μνήμην τὴν πάνσεπτον

 

ὑμνοῦσι τὸν αἰνετὸν τῶν πατέρων

Θεὸν καὶ ὑπερένδοξον.

 

ᾨδὴ η΄. Ὁ Εἱρμός.

 

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα,

ἡ μία τῶν Σαββάτων,

ἡ βασιλὶς καὶ κυρία,

ἑορτῶν ἑορτὴ

καὶ πανήγυρίς ἐστι πανηγύρεων,

ἐν ᾗ εὐλογοῦμεν

Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Ὁ Κανὼν τοῦ Ὁσιομάρτυρος.

 

Στῦλε ἀκλινὲς εὐψυχίας καὶ τόλμης,

Νικόλαε γενναῖε,

ὁ ἐν Βουνένοις ἀθλήσας,

ἐκ χειρῶν τοῦ Χριστοῦ

νίκης εἴληφας χρυσόπλοκον στέφανον

ἀφθίτου δοξάζων

Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

νερ γεραρέ, ὁ σφραγίσας σὸν βίον,

Νικόλαε, τοῖς πόνοις

σοῦ εὐκλεοῦς μαρτυρίου,

μὴ ἐλλείπῃς Χριστὸν

δυσωπῶν ὑπὲρ τῶν πίστει τιμώντων σε

καὶ δοξολογούντων

Χριστὸν εἰς τοὺς αἰῶνας.

 

ασαι ἡμῶν τῆς ψυχῆς ἀλγηδόνας

καὶ νόσους τοῦ σαρκίου,

στεφανηφόρε ὁπλῖτα

τοῦ Δεσπότου Χριστοῦ,

ὁ ἀσκήσας καὶ ἀθλήσας, Νικόλαε,

εὐσθενῶς δοξάζων

Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Θεοτοκίον.

 

Νεῦσον ταῖς ἡμῶν παρακλήσεσι, Μῆτερ,

πραΰνουσα σαρκίου

τὰς χαμαιζήλους κινήσεις,

Θεοτόκε ἁγνή,

καὶ παράσχου οὐρανόθεν τὰ πρόσφορα

τοῖς δοξολογοῦσι

σὸν Τόκον εἰς αἰῶνας.

 

ᾨδὴ θ΄. Ὁ Εἱρμός.

 

Μεγάλυνον, ψυχή μου,

τὸν ἐθελουσίως

παθόντα καὶ ταφέντα

καὶ ἐξαναστάντα

τριήμερον ἐκ τάφου.

 

Φωτίζου, φωτίζου,

ἡ νέα Ἱερουσαλήμ·

ἡ γὰρ δόξα Κυρίου

ἐπὶ σὲ ἀνέτειλε.

Χόρευε νῦν καὶ ἀγάλλου, Σιών·

σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε,

ἐν τῇ ἐγέρσει τοῦ Τόκου σου.

 

Ὁ Κανὼν τοῦ Ὁσιομάρτυρος.

 

Μεγάλυνον, ψυχή μου,

τὸν ἐν τοῖς Βουνένοις

εἰληφότα νίκης,

Νικόλαον,  στεφάνους.

 

σίων λαμπρότης

καὶ τῶν Μαρτύρων ἀκρεμών,

ὁ δοξάσας ἀτρύτοις

Ἰησοῦν καμάτοις σου,

ῥύου ἡμᾶς χαλεπῶν συμφορῶν

τοὺς ἐν χορῷ σὲ ὑμνολογοῦντας,

σημειοφόρε Νικόλαε.

 

Μεγάλυνον, ψυχή μου,

Ὁσιομαρτύρων

κλέϊσμα τὸ θεῖον,

Νικόλαον τὸν Νέον.

 

Σωφρόνως τὸν βίον

καὶ θεαρέστως διελθὼν

εὐτονίαν ψυχῆς σου,

νῆψιν καὶ ταπείνωσιν

δήμῳ σεπῷ σῶν στεῤῥῶν ὁπλιτῶν

καὶ τοῖς χοροῖς ἔδειξας Βουνένων

τῶν μονοτρόπων, Νικόλαε.

 

 

Μεγάλυνον, ψυχή μου,

μιμητὴν τοῦ πάθους

τοῦ Χριστοῦ ἐκθύμως,

Νικόλαον τὸν Νέον.

 

Χαρὰ τῆς ψυχῆς μου

καὶ ἀγαλλίαμα τερπνὸν

τῆς ζωῆς μου, Βουνένων

καλλονή, Νικόλαε,

φρούρει ἀεὶ καὶ συντήρει καλῶς

σὸν ὑμνητὴν ἀσινῆ παγίδων

τοῦ μυσαροῦ παναλάστορος.

 

Θεοτοκίον.

 

Μεγάλυνον, ψυχή μου,

τὴν δακρυῤῥοοῦσαν

Παναγίαν Πάθους,

Κυρίαν Θεοτόκον.

 

Μνημόνευε δούλων

τῶν σῶν πιστῶν, Μῆτερ Θεοῦ,

ἐπευλόγει θεόθεν,

σκέπε καὶ ἁγίαζε

σὲ τοὺς ἀεὶ 

μελῳδοῦντας λαμπρῶς

καὶ ἀθλητοῦ

Νέου, Νικολάου,

ὑμνολογοῦντας τὰ σκάμματα.

 

Ἐξαποστειλάριον. Σαρκὶ ὑπνώσας.

 

σιομάρτυς θαυμαστέ

περιφανὲς Νικόλαε,

ἐν ἄλσεσι τῶν Βουνένων

ἄθλοις κατῄσχυνας ἐχθρὸν

καὶ Λόγῳ εὐηρέστησας

Κυρίου εὐϊλάτου

ψυχῆς εὐτονίας σου.

 

Μεγαλυνάρια.

 

Χαίροις, τῶν Βουνένων ἡδυτερπὲς

ἄνθος καὶ φωσφόρος

δᾷς ὁσίων καὶ ἀθλητῶν,

χαίροις, ἰαμάτων

ἡ πολυχεύμων κρήνη,

Νικόλαε, ἀκέστορ

τῶν προστρεχόντων σοι.

 

Πίστεως ὁπλίτην περιφανῆ,

τὸν ἐν τοῖς Βουνένοις

ἐνασκήσαντα ταπεινῶς

καὶ τρωθέντα λόγχῃ

πλευρὰν ὡς ὁ Δεσπότης,

Νικόλαον τὸν Νέον,

ὕμνοις τιμήσωμεν.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

 

κεσώδυνον φρέαρ τοῖς τιμῶσί σε δέδοσαι

πᾶσιν ἀποστάζον εἰρήνης

καὶ ἰάσεων νάματα,

ὁπλῖτα ἐξ Ἑῴας εὐσθενές,

Νικόλαε, Βουνένων θησαυρέ,

Ἀθλοφόρων καὶ Ὁσίων

περιφανὲς κοσμῆτορ· ὅθεν κράζομεν·

Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,

δόξα τῷ σὲ στεφανώσαντι,

δόξα τῷ σὲ ἀνύστακτον φρουρὸν

ἡμῖν δωρήσαντι.

 

Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

 

Στρατιᾶς τοῦ Κυρίου λαμπρὸν ταξίαρχον,

τὸν διαπρέψαντα κόσμῳ

ἐπ' ἀρετῇ ἀκραιφνεῖ

καὶ ἀνδρείᾳ ἐπαινέσωμεν Νικόλαον

κράζοντες· Μάρτυς εὐσταλές,

Θεανθρώπου μιμητὰ

τοῦ πάθους ἐν τοῖς Βουνένοις,

Αὐτὸν δυσώπει ἀπαύστως

ὑπὲρ τῶν πίστει εὐφημούντων σε.

 

Δίστιχον.

 

Χαρμονῆς πλῆσον καρδίας Χαραλάμπους

οἴκου Νικόλαε, τελοῦντος σὴν μνήμην.

 

Τ Ε Λ Ο Σ 

 

Κ Α Ι   Δ Ο Ξ Α

 

Τ ῼ   Μ Ο Ν ῼ   Α Λ Η Θ Ι Ν ῼ  

 

Θ Ε ῼ   Η Μ Ω Ν

 





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA