Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες
Mετά απο δική μας παράκληση η προικισμένη απο τον Θεό με το χάρισμα της Υμνογραφίας Γερόντισσα Ισιδώρα Καθηγουμένη της Ι.Μονής Αγίου Ιεροθέου Μεγάρων συνέταξε δύο Απολυτίκια και μία Ευχή προς τον Οσιομάρτυρα Νικόλαο τον Αιματοβλύτη όπως τον αποκαλεί, με σκοπό να χρησιμοποιούνται προσευχητικά απο τους φιλάγιους πιστούς όταν επισκέπτονται τον Μαρτυρικό Τόπο των Βουνένων όπου συμβαίνει το θαύμα της ροής του Αίματος του Αγίου απο το δένδρο στο οποίο δέθηκε,βασανίσθηκε και ετελειώθη δι' αποκεφαλισμού, η όταν λαμβάνουν την ευλογία του Αίματος με σκοπό την Άνωθεν ενίσχυση και θεραπεία. Γράφει η Πρεσβυτέρα Καλυψώ Δημητριάδη σε ποίημα της για τον Άγιο:
Ήτανε 9 του Μάη· στη γλυκιά την Άνοιξη,
όταν το αγνό λουλούδι κατακόκκινο στο χρώμα,
απ’ το αίμα του που τρέχει κει στα Βούνενα ακόμα(....)
Άλλο αίμα δεν υπήρχε απ’ το σώμα του να στάξει·
το μαρτυρικό του δέντρο όλο το αποθήκευσε!
Γιατί αργότερα θα δρούσε, γιατρικό που θα βοηθούσε
πονεμένους και αρρώστους όλους όσους πότιζε!
Ἀπολυτίκιον Ἁγίου Ὁσιομάρτυρος Νικολάου τοῦ ἐν Βουνένοις.
Ἐπὶ τῆ ἀναβλύσει τοῦ θείου αἵματος αὐτοῦ.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης...
Ποίημα Καθηγουμένης Ἰσιδώρας Μοναχῆς Ἁγιεροθεϊτίσσης
κ τοῦ θείου σου δένδρου, ἐν Βουνένοις Νικόλαε, ῥέει ἐν τῇ θείᾳ σου μνήμῃ, ἡ πηγὴ τῶν αἱμάτων σου· λαμβάνοντες ἐκ ταύτης οἱ πιστοί, γινώσκουσι θαυμάτων τὴν ἰσχύν, θεραπεύονται ἐκ νόσων παντοδαπῶν, ἁγιασμοῦ μετέχοντες. Χαίροις Ὁσιομάρτυς τοῦ Χριστοῦ· Χαίροις χρυσοῦ λαμπρότερε· Χαίροις αἱματοβλύτα Ἀθλητά, τῆς νίκης ὁ φερώνυμος.
Ἕτερον. Ἦχος πλ. α΄.
Τὸν συνάναρχον Λόγον...
ν Βουνένοις Νικόλαε θεασάμενοι, Μαρτυρικοῦ σου ἐκ δένδρου τῶν σῶν αἱμάτων ῥοήν, ἀναβοῶμεν σοι πιστῶς ἡμῖν ἀνάβλυσον· χάριτος θείας τὴν πηγήν, ἀποπλύνουσαν παθῶν, τὸν ῥύπον τὸν βορβορώδη, καὶ ξηραίνουσαν ἁμαρτίας, θανατηφόρου ἀκανθώδη σποράν.
ΕΥΧΗ
Εἰς τὸν Ἅγιον Ὁσιομάρτυρα Νικόλαον τόν ἐν Βουνένοις
ἐπὶ τῇ ἀναβλύσει τοῦ ἁγίου αἵματος αὐτοῦ ἐκ
τοῦ μαρτυρικοῦ του δένδρου, εὑρισκομένου εἰς
τὰ Βούνενα τῆς Θεσσαλίας.
Ὑπὸ Καθηγουμένης Ἰσιδώρας Μοναχῆς Ἁγιεροθεϊτίσσης
Kύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ θαυμαστὸς ἐν τοῖς Ἁγίοις Σου· ὁ τοὺς Μάρτυράς Σου ἐνισχύσας τοῦ βαστάσαι τὰς ὀδύνας τῶν βασάνων ἐν τῇ ἀθλήσει αὐτῶν, εἰς τὸ δοξάσαι τὸ ὄνομά Σου τὸ ἅγιον. Ὁ τὰ αἵματα αὐτῶν προσδεξάμενος ὡς θυσίαν εὐάρεστον ἐνώπιόν Σου καὶ τῶν ὁσίων Σου ταῖς προσευχαῖς ἐπικαμπτόμενος καὶ τούτων ἐπακούων ἐν δεήσει.
Ὁ τὸν ἅγιον Ὁσιομάρτυρα Νικόλαον τὸν ἐν Βουνένοις ἀθλήσαντα, ἐνισχύσας εἰς τὸ τελέσαι τοὺς μαρτυρικοὺς ἀγῶνας καὶ τοῦτον ἀξιώσας μέχρις αἵματος σφραγίσαι τὴν πρὸς Σὲ ὁμολογίαν, διὰ λόγχης, μαστιγώσεως καί ἀποτομῆς της Τιμίας Του Κεφαλῆς κοινωνὸς γενέσθαι τοῦ τιμίου Σου Πάθους καὶ τῆς Ἀναστάσεώς Σου μέτοχος καὶ τῆς Οὐρανίου Βασιλείας Σου συγκληρονόμος.Ὁ διδοὺς τούτῳ ὑπερφυῶς τὴν χάριν τοῦ ἀναβλύζειν αἱμάτων κρουνοὺς ἐκ τοῦ Τιμίου Δένδρου, ἐν ᾧ μαρτυρικῶς ἐτελειώθη, ἐξαιρέτως μὲν καὶ θαυμαστῶς, ἐν τῇ ἡμέρᾳ τῆς ἱερᾶς μνήμης αὐτοῦ, ἀλλὰ καὶ ὁσάκις τις δεόμενος ἐπικαλεῖται αὐτόν, τὴν ἱερὰν παράκλησιν τελῶν, ἐπὶ τῷ ὀνόματι τῆς τούτου ἐνεργείας.
Αὐτὸς καὶ νῦν, Κύριε τοῦ ἐλέους, ἐπάκουσον ἡμῶν δεομένων σου, καὶ ἱσταμένων ἔμπροσθεν τοῦ Μαρτυρικοῦ Δένδρου, τὸν Ἅγιον Ὁσιομάρτυρά Σου Νικόλαον φωνοῦντες καὶ λέγοντές Σοι ἐν πίστει ἐκτενῶς· Βλῦσον καὶ νῦν τοῦ Ἁγίου Σου τούς τῶν αἱμάτων κρουνούς, ἵνα λαμβάνοντες ἐξ αὐτῶν τὴν θεραπείαν εὕρωμεν ἐκ τῶν ἀσθενειῶν ψυχῆς καὶ σώματος. Συμπαθῶς ἐπίβλεψον ἐφ’ ἡμᾶς καὶ μὴ παρίδης τῆς δεήσεως ἡμῶν, ὦ Εὐσυμπάθητε καὶ οἰκτίρμων Κύριε. Τὸ θεῖον τοῦτο αἴτημα ἡμῶν, πλήρωσον ὡς φιλάγαθος καὶ τὴν εὐλογίαν δὸς τῆς σῆς ἀγαθωσύνης, ἵνα μὴ ἀποδοκιμασθῶμεν ὑπὸ τῆς σῆς φιλανθρωπίας.
Ἀλλὰ λαμβάνοντες τὸ αἷμα τοῦ Ὁσιομάρτυρος Νικολάου, μεταδῶμεν τοῦτο τοῖς χρήζουσι καὶ οὕτω πάντες εὐχαριστοῦντες τὸν Αἱματοβλύτην Ἁγιόν Σου, ὁμοθυμαδὸν δοξολογοῦμεν τὸ ὄνομά Σου τὸ Ἅγιον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, τοῦ ἑνὸς Θεοῦ ἡμῶν, ᾦ πρέπει ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. ΑΜΗΝ.
|