Εάν θέλεις να διδάξεις την αγάπη του Θεού, μη λες λόγια. Προσπάθησε να είσαι πάντα ευγενής και αξιαγάπητος. Άγιος Νικόλαος Καβάσιλας



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

 

 

ΔΟΞΟΛΟΓΙΑ ΓΙΑ ΤΗΝ ΕΠΕΤΕΙΟ ΤΩΝ ΔΙΑΚΟΣΙΩΝ ΧΡΟΝΩΝ ΑΠΟ ΤΗΝ ΕΛΛΗΝΙΚΗ ΕΠΑΝΑΣΤΑΣΗ ΤΟΥ 1821


Ὁ Ἱερεύς·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ χορός· Ἀμήν.

Ἀπολυτίκιον. Ἦχος δ΄.

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ’ αἰῶνος Μυστηρίου ἡ φανέρωσις· ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκῳ βοή σωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Τῶν Ἑλλήνων τὸ γένος, Ἰησοῦ τὸ πολύφημον, τὴν ἀπαλλαγὴν ἑορτάζει, τῆς δουλείας ἐν ᾄσμασι· τεσσάρων γὰρ αἰώνων τὸν ζυγόν, ἀπέβαλε βραχίονι τῷ  σῷ, διὰ τοῦτο ἐν συνάξει χαρμονικῶς, βοῶμεν οἱ λυτρω - θέντες· δόξα τῇ κραταιότητι τῇ σῇ, δόξα τοῖς θαυμασίοις σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε φιλανθρωπίᾳ σου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ Στρατηγῷ.

Τὴν πολυχρόνιον δουλείαν καταργήσαντες, τῇ σῇ δυνάμει Ἰησοῦ μου παντοδύναμε, προσκυνοῦμέν σε ἐν ὕμνοις εὐχαριστίας· ἐν συνάξει γὰρ φιλόπατριν ἐπέτειον, ἑορτάζει τῶν Ἑλλήνων τὰ πληρώματα, δόξα λέγοντα, τῷ σῷ κράτει φιλάνθρωπε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος πλ. δ΄.

Τῇ Ὑπερμάχῳ Στρατηγῷ τὰ νικητήρια, ὡς λυτρω θεῖ σα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπρο σμά - χητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον· ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.

Εἶτα Στίχους ἐκ τῆς Δοξολογίας.

Δόξα σοι τῷ δείξαντι τὸ Φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δο ξο λογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.


Ὁ Διάκονος· Ε᾽λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ Χορός· Κύριε, ἐλέησον (γ΄) μεθ’ ἑκάστην δέησιν.

Ε῎τι δεόμεθα ὑπὲρ τῶν  εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Πατρὸς καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους καὶ πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν.

Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀνα παύσεως πάντων τῶν ὑπὲρ τῆς Πίστεως καὶ τῆς Πατρίδος ἡμῶν ἡρωϊκῶς ἀγωνισαμένων καὶ ἐνδόξως πεσόντων ἐν τῇ Ἐθνικῇ Παλιγγενεσίᾳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὁ Χορός· Αἰωνία ἡ μνήμη (γ΄).

Ὁ Διάκονος· Ε῎τι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τὸν ἵλεων,  εὐμενῆ καὶ εὐδιά λλα κτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νό σον  τὴν καθ’ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπι κειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ Χορός· Κύριε, ἐλέησον (ιβ΄) πραείᾳ τῇ φωνῇ.

Ὁ Διάκονος· Ε῎τι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν  ἁμαρτωλῶν, καὶ ἐλε ῆσαι ἡμᾶς. Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς·

Ε᾽πάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν  ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμ πομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῶ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

 

Ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην·


ΕΥΧΑΡΙΣΤΗΡΙΟΣ ΕΥΧΗ ΕΠΙ Τῌ ΔΙΑΚΟΣΙΟΣΤῌ ΕΠΕΤΕΙῼ ΤΗΣ ΕΞΕΓΕΡΣΕΩΣ ΤΩΝ ΕΛΛΗΝΩΝ ΔΙΑ ΤΗΝ ΕΛΕΥΘΕΡΙΑΝ ΤΗΣ ΠΑΤΡΙΔΟΣ ΗΜΩΝ

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ ἐλευθερώσας τὸ γένος τῶν ἀνθρώπων, ἐκ τῆς καταδυναστείας τοῦ ἀρχεκάκου βελίαρ, ὁ Ὕψιστος καὶ Παντοδύναμος Κύριος, ὁ διαχωρίσας πανσόφως τὰ ἔθνη ἁπάσης τῆς Οἰκουμένης, ὁ στήσας τὰ ὅρια τῶν ἐθνῶν κατὰ ἀριθμὸν τῶν ἀγγέλων σου, ὁ ἀναδείξας τὸν Ἰσραὴλ περιούσιόν σου λαὸν καὶ ἔθνος ἅγιον, ὁ ἀπαλείψας τὸ ὄνειδος τῆς δουλείας τῆς φιλτάτης Ἑλλάδος, τῆς πατρίδος ἡμῶν, ἀπὸ πάσης τῆς γῆς, ὁ εὐεργετήσας τῷ ἐλέει σου τὸ ἔθνος τῶν Ἑλλήνων πλουσίως καὶ ποικίλως, ὁ στηρίξας τοὺς ὀφθαλμούς σου ἐπ᾽ αὐτό, καὶ κατὰ τοὺς χρόνους τῆς ἀνέσεως καὶ ἐλευθερίας, ἀλλὰ καὶ κατὰ τὰ τετρακόσια ἔτη τῆς πικρᾶς δουλείας, τῶν υἱῶν τῆς Ἄγαρ, μὴ ἐάσας καταποθῆναι ὑπ᾽ αὐτῶν, πρόσδεξαι τὰς εὐχαριστηρίους ταύτας ἡμῶν ᾠδὰς καὶ δεήσεις. Σὺ Κύριε οὐρανοῦ καὶ γῆς, σὺ ἐχειραγώγησας ὑμᾶς, κατὰ τὸν πολύαλγον τῆς δουλείας καιρόν, ὑπομεῖναι τὰς πο λυειδεῖς θλίψεις, τὰ ὀνείδη, τὴν μαρτυρικὴν θανήν, καὶ πλεῖ στα ἄλλα κακὰ τὰ προκληθέντα ἡμῖν, ἐκ τῶν ἀλλογενῶν ἐχθρῶν. Σὺ διὰ τῆς Ἐκκλησίας καὶ τῶν ἁγίων σου καὶ δὴ τῶν νεομαρτύρων, ἤγουν Κοσμᾶ τοῦ Αἰτωλοῦ, Γρηγορίου τοῦ Ε´, Σεραφεὶμ Φαναρίου, Φιλοθέης τῆς Ἀθηναίας καὶ πλείστων ἄλλων, ἐστερέωσας τὴν Ὀρθόδοξον πίστιν καὶ τὴν γνησιότητα τοῦ γένους ἡμῶν. Σὺ διετήρησας ἄσβεστον ἐν ταῖς καρδίαις τῶν ἡρώων τῆς πατρίδος ἡμῶν, τὴν ἐλπίδα τῆς παλινορθώσεως τοῦ πολυφήμου καὶ ἐνδόξου γένους ἡμῶν. Σὺ συνήργησας διὰ τοῦ πανσέπτου Οἰκουμενικοῦ Πατριαρχείου, τῆς μητρὸς Ἐκκλησίας τῶν πιστῶν, ἀποστα - λῆναι ἀξίους καὶ φιλογενεῖς Ἀρχιερεῖς, ἐν πάσαις ταῖς Ἑλληνικαῖς ἐπαρχίαις τοῦ θρόνου αὐτοῦ, πρὸς διατήρησιν τῆς γλώσσης, τῆς πίστεως καὶ τῶν θεσμίων τοῦ Ἔθνους. Σὺ καὶ ἡ ῾Υπέρμαχος Στρατηγός, ἡ Πανάχραντος Μήτηρ Σου, ἐταπεινώσατε τὴν ὀφρὺν τῶν ἀλλοδόξων ἐχθρῶν τῆς χώρας ἡμῶν, καὶ ἐδωρήσατε ἡμῖν τὸ ἀγαθὸν τῆς ἐλευθερίας. Διὰ τοῦτο σήμερον ἐπὶ τῇ διακοσιοστῇ ἐπετείῳ, ἀπὸ τῆς ἐθνεγερσίας καὶ ἐλευθερίας πάντων ἡμῶν, οἱ ἐν τῷ ἱερῷ καταλόγῳ ἐγγεγραμμένοι, καὶ τῆς κοσμικῆς ἐξουσίας προ - εστῶτες ἐν τῇ ἐπικρατείᾳ τῆς φιλτάτης ἡμῶν πατρίδος, ὁ κλῆρος καὶ ὁ φιλόχριστος λαός, καὶ οἱ ἁπανταχοῦ τῆς γῆς Ἕλληνες ὁμογενεῖς, εὐχαριστοῦμέν σοι Δέσποτα Κύριε τῶν πάντων, καὶ τῇ Ὑπερμάχῳ Στρατηγῷ Θεοτόκῳ καὶ ταῖς στρα τείαις τῶν ἁγίων, διὰ τὴν ἀρωγὴν καὶ βοήθειαν τῶν ἐπιτυχῶς ἀγωνισθέντων, ἀδελφῶν καὶ πατέρων ἡμῶν, ὧν τὰ ὀνόματα μνήσθητι Κύριε, ἐν τῷ ἐπουρανίῳ σου θυσιαστηρίῳ, καὶ ἀνάπαυσον αὐτούς, ἡμᾶς δὲ ἀξίωσον μνημονεύειν τῆς θυσίας αὐτῶν, καὶ σχεῖν αὐτοὺς ὡς παράδειγμα. Ἀντιβολοῦμέν σε, Κύριε, ἡμεῖς πάντες οἱ ἐπίγονοι αὐτῶν,  ὡς σεμνοὶ φιλοπάτορες, μιμηθῆναι τὸ ἦθος καὶ τὴν ἀγάπην αὐτῶν πρὸς τὴν πατρίδα, ἔχειν τὴν πίστιν τῶν νεοάθλων Ἁγίων, καὶ συνεργεῖν εἰς τὴν ἀκεραιότητα καὶ περιφρούρησιν αὐτῆς. Ο῞τι σὺ εἶ ὁ ἐλευθερωτὴς ἡμῶν, ἡ ἀλήθεια καὶ ἡ ζωὴ τῶν ἀνθρώπων, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν καὶ τὴν εὐγνώμονα προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεὺς τὴν Ἀπόλυσιν·

Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου σαρκωθῆναι καταδεξάμενος, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Ὁ Χορός· Ἀμήν.

 





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA